Παρασκευή, 23 Φεβρουαρίου 2018

Κυριακή Ορθοδοξίας, Τυπικό λιτάνευσης των αγίων και ιερών εικόνων με αναθέματα

Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.
ΕΝΑΡΞΙΣ
Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων λέγει : «Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». 
Ὁ Χορὸς :  «᾿Αμήν».
Καὶ ὁ ἱερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ :
«᾿Εποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.
Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν».
Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ, ἐξελθοῦσα τοῦ Ἱεροῦ Ναοῦ, καί ἵσταται πρὸς τὴν ἔξωθεν νοτείαν πύλην τοῦ Ναοῦ.
Ὁ Χορὸς ψάλλει εἰς ἦχον β’ τὸ Ἀπολυτίκιον «Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον». 
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἱσταμένης τῆς πομπῆς πρὸς τὴν ἔξωθεν νοτείαν πύλην, ἀναγινώσκει ὁ Χορός τὸ α΄ ἄρθρον τοῦ Συμβόλου τῆς Πίστεως : «Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων».
Ὁ ἱερεὺς ἐκφώνως :
«Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη».
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
Ὁ ἱερεύς :
«Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη».
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
Ὁ ἱερεύς :
«Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤτοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη».
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν ἔξωθεν ἀνατολικὴν θύραν τοῦ Ναοῦ (ἤτοι ὅπισθεν τοῦ Ἱεροῦ Βήματος).
Ὁ Χορός ψάλλει ψάλλει εἰς ἦχον β’ τὸ Ἀπολυτίκιον «Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον».
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Τῆς πομπῆς φθασάσης ὅπισθεν τοῦ Ἱεροῦ Βήματος, ἵσταται ἡ λιτανεία· ὁ δὲ Χορός ἀναγινώσκει τὰ Χριστολογικὰ ἄρθρα τοῦ Συμβόλου τῆς Πίστεως :
«Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος».
Εἶτα ὁ ἱερεὺς ἐκφώνως :
«Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.
Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε».
Καὶ ἐκκινεῖ ἡ ἱερά πομπὴ πρὸς τὴν ἔξωθεν βορείαν θύραν τοῦ Ναοῦ.
Ὁ Χορός ψάλλει εἰς ἦχον β’ τὸ Ἀπολυτίκιον «Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον».
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ὅταν ἡ λιτανεία φθάσῃ εἰς τὴν ἔξωθεν βορείαν θύραν τοῦ Ναοῦ, ἵσταται ἡ πομπή, καὶ ὁ Χορός ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ Συμβόλου τῆς Πίστεως :
«Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν».
Εἶτα ἀναγινώσκει ὁ δ΄ ἱερεύς εἰς ἐπήκοον πάντων τά ἀναθέματα.
 ἱερεύς ἐκφώνως :
«Τοῖς ἐπαγγελλομένοις τά τῶν Ἑλλήνων, ἤτοι εἰδωλολατρῶν, δυσσεβῆ δόγματα καί ἀναβιοῦσι τά μυθικά αὐτῶν πλάσματα ἀρχαιολάτραις καί νεοπαγανισταῖς, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καί ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Μακεδονίῳ τῷ δυσσεβεῖ καί Νεστορίῳ τῷ θεηλάτῳ, τῷ παθητήν λέγοντι τήν Ἁγίαν Τριάδα, καί Οὐαλεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Πέτρῳ τῷ Κναφεῖ καί παράφρονι, τῷ λέγοντι «Ἅγιος Ἀθάνατος, ὁ σταυρωθείς δι’ἡμᾶς», ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Παύλῳ τῷ Σαμοσατεῖ καί Θεοδοτίωνι τῷ τούτου συμμύστη καί ὁμόφρονι, σύν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καί Λυκοπέτρῳ ἐπονομαζομένῳ, Εὐτυχίῳ τε καί Σαββελλίῳ τοῖς κακόφροσιν, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ, Διοσκόρῳ «πατριάρχῃ» Ἀλεξανδρείας καί Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ, Παύλῳ καί Πύρρῳ τοῖς ὀμόφροσι, σύν Σεργίῳ, μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς Ὠριγενισταῖς καί τοῖς ὀπαδοῖς καί διαδόχοις αὐτῶν, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Ὅλοις τοῖς Εὐτυχιανισταῖς καί Μονοθελήταις καί Ἰακωβίτες καί Ἀρτζιβουρίταις καί ἁπλῶς πᾶσιν αἱρετικοῖς,  ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς ἐκπεσοῦσι αἱρεσιάρχαις καί ἀρνουμένοις τήν Ἁγίαν Δ΄ Οἰκουμενικήν Σύνοδον, Καρεκίν Β΄ Ἀρμενίας, Θεοδώρῳ Β΄ Αἰγύπτου, Παύλῳ Αἰθιοπίας, Ἰγνατίῳ-Ἐφραίμ Β΄ Συροϊακωβιτῶν, Βασιλείῳ-Θωμᾷ Α΄ Μαλαμπαριανῶν-Ἰνδιάνων, τοῖς κακῶς ὀνομάζουσιν ἑαυτούς Ὀρθοδόξους καί τοῖς αὐτοῖς κοινωνοῦσι, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως : 
«Τοῖς ἀρνουμένοις τάς Ἁγίας Δ΄, Ε΄, ΣΤ΄ καί Ζ΄ Οἰκουμενικάς Συνόδους Μονοφυσίταις, Μονοθελήταις καί Μονοενεργήταις, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως : 
«Τῷ φρυαξαμένῳ συνεδρίῳ κατά τῶν σεπτῶν Εἰκόνων, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Εἴ τις οὐ προσκυνεῖ τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ἐν Εἰκόνι περιγραπτόν κατά τό ἀνθρώπινον, ἤτω  ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Βαρλαάμ Καλαβρῷ, Γρηγορίῳ Ἀκινδύνῳ, Προχώρῳ Κυδώνι, Νικηφόρῳ Γρηγορᾷ, Γεωργίῳ Λαπίθῃ καί τοῖς ὀπαδοῖς καί διαδόχοις αὐτῶν, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς κηρύσσουσι καί διδάσκουσι τήν αἵρεσιν τοῦ νεοβαρλααμισμοῦ, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τῷ κανονικῶς ἀνυποστάτῳ καί ἐκπεσόντι αἱρεσιάρχῃ Πάπᾳ Παλαιᾶς Ρώμης Φραγκίσκῳ τῷ Α΄ καί τοῖς αὐτῷ κοινωνοῦσι, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς Μαρτίνῳ Λουθήρῳ, Ἰωάννῃ Καλβίνῳ, Οὐρλίχῳ Σβιγλίῳ καί Ἐρρίκῳ τῷ ὀγδόῳ δυσσεβεῖ βασιλεῖ καί τοῖς σύν αὐτοῖς συγκροτήσασι τάς αἱρετικάς παραφυάδας τῆς Διαμαρτυρήσεως, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τῷ αἱρεσιάρχῃ τῆς θρησκευτικῆς παρασυναγωγῆς τοῦ Ἀγγλικανισμοῦ Ἰουστίνῳ Γουέλμπι καί τοῖς αὐτῷ κοινωνοῦσι, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
 «Τοῖς ἀρνουμένοις καί καθυβρίζουσι τήν Παναγίαν, Ὁμοούσιον, Ἀδιαίρετον καί Ζωοποιόν Τριάδαν Ραββίνοις τοῦ Ἰουδαϊσμοῦ, Ἰσλαμισταῖς καί μέλεσι τῆς ἀνωνύμου φυλλαδικῆς Ἑταιρίας Σκοπιά τοῦ Πύργου τῶν «Μαρτύρων» τοῦ Ἱεχωβᾶ, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς δυσφημοῦσι τά ἱερά Μυστήρια τῆς Ὀρθοδόξου Ἐκκλησίας Βαπτισταῖς, Ἀντβεντισταῖς καί Πεντηκοστιανοῖς, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς κηρύσσουσι καί διδάσκουσι τήν παναίρεσιν τοῦ διαχριστιανικοῦ καί διαθρησκειακοῦ συγκρητιστικοῦ οἰκουμενισμοῦ, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς κηρύσσουσι καί διδάσκουσι τήν μεταπατερικήν, νεοπατερικήν, συναφειακήν καί μετακανονικήν αἵρεσιν, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
Τοῖς ἀρνουμένοις τάς Ἁγίας Ὀγδόην καί Ἐννάτην Οἰκουμενικάς Συνόδους, τάς συγκληθείσας ἐπί Μεγάλου Φωτίου καί Ἁγίου Γρηγορίου Παλαμᾶ, παποφιλιοκβισταῖς, ἀνάθεμα.
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τῷ προτεσταντικῷ λεγομένῳ «Παγκοσμίῳ Συμβουλίῳ Ἐκκλησιῶν», ἤτοι Αἱρέσεων, ἐν ᾧ διδάσκεται ὅτι ἅπασαι αἱ αἱρέσεις κλάδοι εἰσί τῆς Μιᾶς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς ἐκ τῶν Ὀρθοδόξων, τοῖς συμμετέχουσι ἐν ταῖς ἀντικανονικαῖς συμπροσευχαῖς μεθ’αἱρετικῶν κατά τήν λεγομένην «ἑβδομάδα προσευχῆς ὑπέρ τῆς ἑνότητος τῶν χριστιανῶν», ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς ἀντορθοδόξοις κειμένοις τοῦ Τορόντο (1950), τοῦ Μπαλαμάντ (1993), τοῦ Σαμπεζῦ (1994), τοῦ Πόρτο Ἀλέγκρε (2006) καί τοῦ Πουσάν (2013), ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τοῖς διδάσκουσι ὅτι αἱ αἱρέσεις, αἵτινες ἀπεκόπησαν ἐκ τῆς Ὀρθοδόξου Ἐκκλησίας, συμπεριλαμβάνονται ἐντός αὐτῆς, τάς ὁποῖας καί ὀνομάζουσι «ἀτελεῖς ἐκκλησίας» καί ὅτι ἔστι σωτήριος Χάρις, ἔγκυρον βάπτισμα καί ἐνεργοῦσα Χάρις τῆς ἱερωσύνης ἐκτός τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καί Ἀποστολικῆς Ὀρθοδόξου Ἐκκλησίας, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως : 
«Τοῖς κηρύσσουσι καί διδάσκουσι τήν αἵρεσιν ὅτι ὁ ἐκάστοτε Οἰκουμενικός Πατριάρχης πρῶτος ἐστί ἄνευ ἴσου, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως : 
«Τῇ ληστρικῇ, αἱρετικῇ καί οἰκουμενιστικῇ ψευδοσυνόδῳ τῆς Κρήτης τοῦ Ἰουνίου 2016, τῇ λεγομένῃ «Ἁγίᾳ καί Μεγάλῃ Συνόδῳ τῆς Ὀρθοδόξου Ἐκκλησίας», τοῖς κακοδόξοις αὐτῆς κειμένοις, ἅτινα θεσμοθετοῦσιν α) τήν διεξαγωγήν τοῦ διαλόγου μεταξύ Ὀρθοδόξου Ἐκκλησίας καί αἱρέσεων μέ κριτήριον τάς προτεσταντικάς πλατφόρμας καί οὐχί τήν Ὀρθόδοξον Ὁμολογίαν, β) τήν  λεγομένην «ἀποκατάστασιν τῆς ἑνότητος τῶν Χριστιανῶν» καί τήν ἱστορικήν ὀνομασίαν τοῦ ὅρου «ἐκκλησία» διά τούς αἱρετικούς, γ) τόν Καταστατικόν Χάρτην  τοῦ προτεσταντικοῦ λεγομένου «Παγκοσμίου Συμβουλίου Ἐκκλησιῶν», ἤτοι αἱρέσεων καί τόν δογματικόν μινιμαλισμόν ὡς βάσιν τοῦ διαλόγου τῆς Ὀρθοδόξου Ἐκκλησίας μετά τῶν αἱρέσεων, δ) τήν «Δήλωσιν τοῦ Τορόντο» τοῦ 1950, σύμφωνα μέ τήν ὁποίαν 1ον) ὑπάρχουσιν μέλη τῆς Ἐκκλησίας καί ἐκτός τῶν τειχῶν Αὐτῆς, 2ον) ὑπάρχει Ἐκκλησία ἐκτός τῆς Ὀρθοδόξου Ἐκκλησίας καί 3ον) τό ἀποτελεῖν μέλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ περιεκτικώτερον ἔστιν ἤ τό ἀποτελεῖν μέλος τῆς ἰδίας Ἐκκλησίας, ε) τούς μεικτούς γάμους μέ πρόσχημα μίαν ψευδήν οἰκονομίαν, καί στ) τήν αἱρετικήν ζηζιούλιαν θεωρίαν περί ἀνθρωπίνου προσώπου, καί τοῖς ἀποδεχομένοις καί ἐφαρμόζουσι τάς αἱρετικάς αὐτῆς ἀποφάσεις, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Τῇ Μασονίᾳ καί τῷ διεθνῇ φρικώδῃ Σιωνισμῷ, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Ἅπαντα τά παρά τήν Ἐκκλησιαστικήν παράδοσιν, καί τήν διδασκαλίαν, καί ὑποτύπωσιν τῶν ἁγίων καί ἀοιδίμων Πατέρων καινοτομηθέντα, ἤ μετά τοῦτο πραχθησόμενα, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
 ἱερεύς ἐκφώνως :
«Ὅλοις τοῖς αἱρετικοῖς, ἀνάθεμα».
Ὁ Χορός : «Ἀνάθεμα» (γ’).
Ἐνταῦθα ὁ Χορός ψάλλει εἰς ἦχον γ’ τόν τῆς Ὀρθοδοξίας ὕμνον τοῦ ὁσίου Ἰωσήφ τοῦ Βρυεννίου :
«Οὐκ ἀρνησόμεθά σε, φίλη Ὀρθοδοξία· οὐ ψευσόμεθά σου πατροπαράδοτον σέβας· ἐν σοὶ ἐγεννήθημεν, καὶ σοὶ ζῶμεν, καὶ ἐν σοὶ κοιμηθησόμεθα· εἰ δὲ καλέσει καιρός, καὶ μυριάκις ὑπὲρ σοῦ τεθνηξόμεθα».
ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Ἐκινεῖ ἡ λιτανεία καί εἰσέρχεται εἰς τόν Ναόν.
Ὁ Χορός ψάλλει εἰς ἦχον β’ τὸ Ἀπολυτίκιον «Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον».
 ἱερεὺς ἀπό τῶν βημοθύρων λέγει ἐκφώνως :
«Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη»!
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
 ἱερεύς :
«Βασιλείου, Κωνσταντίνου, Λέοντος, ᾿Αλεξάνδρου, Χριστοφόρου, Νικηφόρου, ᾿Ανδρονίκου, ᾿Ισαακίου, ᾿Αλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη»!
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
 ἱερεύς :
«᾿Ιγνατίου, Φωτίου, Στεφάνου, ᾿Αντωνίου, ᾿Ιωσὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη»!
῾Ο Χορὸς : «Αἰωνία ἡ μνήμη» (γ΄).
 ἱερεύς :
«Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων».
῾Ο Χορὸς : «᾿Αμὴν». 
 ἱερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον εἰς ἦχον βαρύν : «Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος».
 ῾Ο Χορὸς : 
Στίχος : «Ἐγνώρισας ἐν τοῖς λαοῖς τήν δύναμίν Σου.
Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος».
῾Ο Χορὸς : 
Στίχος : «Καί εἶπα˙ Νῦν ἠρξάμην˙ αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.        
Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος».
 ἱερεὺς ποιεῖ τήν Ἀπόλυσιν.